- 텍스트

Plutarch, Dion, chapter 16

(플루타르코스, Dion, chapter 16)

Πλάτωνα δὲ Διονύσιος εὐθὺς μὲν εἰς τὴν ἀκρόπολιν μετέστησεν, ἔντιμον αὐτῷ σχήματι ξενίας φιλανθρώπου φρουρὰν μηχανησάμενος, ὡς μὴ συμπλέοι Δίωνι μάρτυς ὧν ἠδίκητο.? ἦν οὖν τῷ Πλάτωνι συμφορὰ τὸ πάθος αὐτοῦ τοῦτο, μαινομένου καθάπερ οἱ δυσέρωτες ὑπὸ ζηλοτυπίας, καὶ πολλὰς μὲν ὀργὰς ἐν ὀλίγῳ χρόνῳ, πολλὰς δὲ διαλλαγὰς καὶ δεήσεις ποιουμένου πρὸς αὐτόν, ἀκροᾶσθαι δὲ τῶν λόγων καὶ κοινωνεῖν τῆς περὶ φιλοσοφίαν πραγματείας σπουδάζοντος μὲν ὑπερφυῶς, αἰδουμένου δὲ τοὺς ἀποτρέποντας ὡς διαφθαρησομένου.

ἐν τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὡρ´αν ἔτους μεταπέμψασθαι Δίωνα.

καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμπεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ τοῦ χρόνου διὰ τὸν πόλεμον εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION