- 텍스트

Plutarch, Dion, chapter 14

(플루타르코스, Dion, chapter 14)

νυνὶ δὲ δι ἑνὸς σοφιστοῦ καταλύουσι τὴν Διονυσίου τυραννίδα, συμπείσαντες αὐτὸν ἐκ τῶν μυρίων δορυφόρων ἀποδράντα, καὶ καταλιπόντα τὰς τετρακοσίας τριήρεις καὶ τοὺς μυρίους ἱππεῖς καὶ τοὺς πολλάκις τοσούτους ὁπλίτας, ἐν Ἀκαδημείᾳ τὸ σιωπώμενον ἀγαθὸν ζητεῖν καὶ διὰ γεωμετρίας εὐδαίμονα γενέσθαι, τὴν ἐν ἀρχῇ καὶ χρήμασι καὶ τρυφαῖς εὐδαιμονίαν Δίωνι καὶ τοῖς Δίωνος ἀδελφιδοῖς προέμενον.? ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς κελεύων, ὅταν Διονυσίῳ περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους ἀμεταπτώτως δι αὐτοῦ.

ταύτην ἀναγνοὺς Διονύσιος Φιλίστῳ καὶ μετ ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι:

καὶ μέτρια σκηψάμενος διαλλάττεσθαί τε φήσας, μόνον τε ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπ αὐτόν. ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος οὐκ ἀνασχόμενος, ἀλλ εὐθὺς, ὡς εἶχεν, ἐνθέμενος εἰς ἀκάτιον προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι πρὸς τὴν Ἰταλίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION