호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀποδεδειγμένου δὲ τούτου, σκοπῶμεν εἰ δίχα τέμνεσθαι πέφυκε τὸ ἐπόγδοον:? εἰ γὰρ μὴ πέφυκεν, οὐδ ὁ τόνος.
ἐπεὶ δὲ πρῶτοι τὸν ἐπόγδοον λόγον ὁ θ καὶ ὁ η ποιοῦντες οὐδὲν διάστημα μέσον ἔχουσι, διπλασιασθέντων δ ἀμφοτέρων ὁ παρεμπίπτων μεταξὺ δύο ποιεῖ διαστήματα δῆλον ὅτι τούτων μὲν ἴσων ὄντων δίχα τέμνεται τὸ ἐπόγδοον.
ἀλλὰ μὴν διπλάσια γίγνεται τῶν μὲν θ τὰ ιη τῶν δ η τὰ ις, δέχονται δ οὗτοι μεταξὺ τὰ ιζ καὶ γίγνεται τῶν διαστημάτων τὸ μὲν μεῖζον τὸ δ ἔλαττον:
ἔστι γὰρ τὸ μὲν πρότερον ἐφεπτακαιδέκατον τὸ δὲ δεύτερον ἐφεξκαιδέκατον. εἰς ἄνισα τοίνυν τέμνεται τὸ ἐπόγδοον εἰ δὲ τοῦτο, καὶ ὁ τόνος.
οὐδέτερον ἄρα γίγνεται διαιρεθέντος αὐτοῦ τῶν τμημάτων ἡμιτόνιον, ἀλλ ὀρθῶς ὑπὸ τῶν μαθηματικῶν λεῖμμα προσηγόρευται. "τὰ ἐπίτριτα τοῖς ἐπογδόοις συμπληροῦντα τὸν θεὸν λείπειν ἑκάστου μόριον αὐτῶν, οὗ λόγος ἐστίν, ὃν ἔχει τὰ ς καὶ ν καὶ ς πρὸς τὰ γ καὶ μ καὶ ς.
εἰλήφθω γὰρ τὸ διὰ τεσσάρων ἐν ἀριθμοῖς δυσὶ τὸν ἐπίτριτον λόγον περιέχουσι, τοῖς σνς καὶ τοῖς ἑκατὸν ἐνενήκοντα δύο: δύο, κείσθω κατὰ τὸν βαρύτατον τοῦ τετραχόρδου φθόγγον ὁ δὲ μείζων, τὰ σνς, κατὰ τὸν ὀξύτατον:
ἀποδεικτέον ὅτι, τούτου συμπληρουμένου δυσὶν ἐπογδόοις, λείπεται διάστημα τηλικοῦτον, ἡλίκον ὡς ἐν ἀριθμοῖς τὰ ς καὶ ν καὶ ς ἔχει πρὸς τὰ γ καὶ μ καὶ ς.
τοῦ γὰρ βαρυτέρου τόνῳ ἐπιταθέντος, ὅπερ ἐστὶν ἐπόγδοον, γίγνεται σις: τούτου πάλιν τόνῳ ἄλλῳ ἐπιταθέντος, γίγνεται σμγ:
ταῦτα μὲν γὰρ ὑπερέχει τῶν σις τοῖς κζ, τὰ δὲ σις τῶν ἑκατὸν ἐνενήκοντα δύο τοῖς εἴκοσι καὶ τέσσαρσιν ὧν τὰ μὲν κζ τῶν σις ὄγδοά ἐστι, τὰ δὲ κζ τῶν ἑκατὸν ἐνενήκοντα δύο. διὸ γίγνεται τῶν τριῶν τούτων ἀριθμῶν ὅ τε μέγιστος ἐπόγδοος τοῦ μέσου καὶ ὁ μέσος τοῦ ἐλαχίστου: ἑκατὸν ἐνενήκοντα δύο μέχρι τῶν σμγ, δίτονον ἐκ δυεῖν συμπληρούμενον ἐπογδόων ἀφαιρουμένου δὲ τούτου, περίεστι τοῦ ὅλου διάστημα λοιπὸν τὸ μεταξὺ τῶν σμγ καὶ τῶν σνς, τὰ τρισκαίδεκα διὸ καὶ λεῖμμα τοῦτον τὸν ἀριθμὸν ὠνόμαζον.
μὲν οὖν εὐσημότατα δηλοῦσθαι τὴν Πλάτωνος οἶμαι γνώμην ἐν τούτοις τοῖς ἀριθμοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기