호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ ταῖς εἰσαγομέναις μεσότησι τῶν ὑποκειμένων ἀριθμῶν χώρας οὐ διδόντων, ἐδέησε μείζονας ὁρ´ους λαβεῖν ἐν τοῖς αὐτοῖς λόγοις:? καὶ λεκτέον τίνες εἰσὶν οὗτοι.
πρότερον δὲ περὶ τῶν μεσοτήτων: ὧν τὴν μὲν ἴσῳ κατ ἀριθμὸν ὑπερέχουσαν ἴσῳ δ ὑπερεχομένην ἀριθμητικὴν οἱ νῦν καλοῦσι, τὴν δὲ ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην ὑπεναντίαν. ὁρ´οι δ εἰσὶ τῆς μὲν ἀριθμητικῆς ς καὶ θ καὶ ιβ:
τὰ γὰρ ἐννέα τῷ ἴσῳ κατ ἀριθμὸν τῶν ἓξ ὑπερέχει καὶ τῶν ιβ λείπεται: τῆς δ ὑπεναντίας ς η ιβ: τὰ γὰρ ὀκτὼ δυσὶ μὲν τῶν ς ὑπερέχει τέτταρσι δὲ τῶν ιβ λείπεται, ὧν τὰ μὲν δύο τῶν ἓξ τὰ δὲ τέσσαρα τῶν δώδεκα τριτημόριόν ἐστι.
συμβέβηκεν οὖν ἐν μὲν τῇ ἀριθμητικῇ ταὐτῷ μέρει τῶν ἄκρων τὸ μέσον ὑπερέχεσθαι καὶ ὑπερέχειν, ἐν δὲ τῇ ὑπεναντίᾳ ταὐτῷ μέρει τῶν ἄκρων τοῦ μὲν ἀποδεῖν τὸ δ ὑπερβάλλειν ἐκεῖ μὲν γὰρ τὰ τρία τοῦ μέσου τρίτον ἐστὶ μέρος, ἐνταῦθα δὲ τὰ δ καὶ τὰ β τῶν ἄκρων ἑκάτερον ἑκατέρου:
ὅθεν ὑπεναντία κέκληται.
μέσην τὰ δὲ δώδεκα κατὰ νήτην τὰ δ ἓξ καθ ὑπάτην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기