- 텍스트

Plutarch, De animae procreatione in Timaeo, section 10

(플루타르코스, De animae procreatione in Timaeo, section 10)

θεωρίας ἕνεκα, τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς ὅμως ὑπετίθετο σύστασιν καὶ γένεσιν, ἐκεῖνο πρὸς πολλοῖς τεκμήριόν ἐστι τὸ τὴν μὲν ψυχὴν ὑπ αὐτοῦ καὶ ἀγένητον ὥσπερ εἴρηται καὶ γενητὴν λέγεσθαι, τὸν δὲ κόσμον ἀεὶ μὲν γεγονότα καὶ γενητὸν ἀγένητον δὲ μηδέποτε μηδ ἀίδιον.? τὰ μὲν οὖν ἐν Τιμαίῳ τί δεῖ προφέρειν·

ὅλον γὰρ καὶ πᾶν τὸ σύγγραμμα περὶ κόσμου γενέσεως· ἄχρι τέλους ἀπ ἀρχῆς ἐστι. ἐν Πολιτικῷ δ ὁ Παρμενίδειος ξένος τὸν κόσμον ὑπὸ τοῦ θεοῦ συντεθέντα φησὶ " πολλῶν ἀγαθῶν μεταλαβεῖν, εἰ δέ τι φλαῦρόν ἐστιν ἢ χαλεπόν, ἐπ τῆς προτέρας ἕξεως ἀναρμόστου καὶ ἀλόγου συμμεμιγμένον ἔχειν:

οὐκ ἄλλο καλῶν θεῖον γενητὸν ἢ τὸν κόσμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION