- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 35

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 35)

κάτω, φοινικορόδοις ἐν λειμώνεσσι προάστιον αὐτῶν καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι βεβριθός.? εὐανθὴς ἅπας τέθαλεν ὄλβος, ὀδμὰ δ ἐρατὸν κατὰ χῶρον κίδναται αἰεὶ θύα μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα θεῶν ἐπὶ βωμοῖς.

καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν ὀλβίᾳ δ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.

καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζωὸν δ ἔτι λείπεται αἰῶνος εἴδωλον: τὸ γάρ ἐστι μόνον ἐκ θεῶν.

εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION