- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 30

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 30)

οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι νομίζουσι.? διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι.

πρὸς οὓς ὑπστυχὼν ἄν τις εἴποι θεὸς δέ σοι πῆμ οὐδὲν ἀλλ αὐτὸς σύ σοί καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον.

ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες δύσμορος, οὐδ ἄρα τῷ γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσιν ἐὰν δ ἐπὶ τῆς οἰκείας πατρίδος παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος.

μεμνῄμην ἐὰν προσομιλήσας τι, τοῦτ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης.

"ἀνηρπάσθη.

ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ἀλλ ὁρ´α τὸ ἑξῆς μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION