호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ μὴ δι αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον.? τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δ ἐστὶ τοῖς ἀφῃρημένοις ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή.
οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλ ὕμνων καὶ παιάνων, οὐδὲ πένθους ἀλλὰ μνήμης· ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους .?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기