- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 24

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 24)

δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος·? ἀώρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣνἐθρήνει. ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν ἀλλ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς·

πρὸς δ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ ἐλέησον, δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ ἐπιδόντα, υἱά῀ς τ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι, ἑλκομένας τε νυοὺσὀλοῇς·

ὑπὸ χερσὶν Ἀχαιῶν.

αὐτὸν δ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι ὠμησταὶ ἐρύωσιν, ἐπεὶ κέ τις ὀξέι χαλκῷ τύψασἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται. ἀλλ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον αἰδῶ τ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.

ἦ ῥ ὁ γέρων πολιὰς δ ἄρ ἀνὰ τρίχας ἕλκετο χερσί, τίλλων ἐκ κεφαλῆς, οὐδ Ἕκτορι θυμὸν ἔπειθεν. Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν.

λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION