- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 17

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 17)

καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς·? ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλ ὁ καλῶς ἐπαινεῖται.

τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται.

διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρωσἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον ὃν περὶ κῆρι φίλει Ζεὺς τ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητ, οὐδ ἵκετο γήραος·

οὐδόν τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν.

καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς ποιούμενα, καὶ ζῴων ἀφ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς τὸν βίον ὠφέλειαν ἔχομεν.

τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα.

δὲ μόριόν τι βραχύτατον στιγμῆς.

ἂν τὸ καθ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα·

τὰ δὲ διημερεύσαντα πάντως ἂν εὐδαιμονίζεσθαι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION