- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 11

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 11)

οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον.? εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. τὸ τεθνάναι τοῦ ζῆν.

ὁ γοῦν Σιμωνίδης ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. ὁ δ ἄφυκτος· ὁμῶς ἐπικρέμαται θάνατος κείνου γὰρ ἴσον λάχον μέρος οἳ τ ἀγαθοὶ ὅστις τε κακός.

Πίνδαρος δὲ ἓν παρ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν Σοφοκλῆς δέ σὺ δ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει·

τὰ θνητὰ πράγματ οἶδασἣν ἔχει φύσιν·

δοκῶ μὲν οὔ πόθεν γάρ·

ἀλλ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται , κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἱο῀ν οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι δι ἀμαθίαν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION