호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει εἰ τὰ δάκρυ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ θ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ ἂν δάκρυα , δόντες χρυσίον.? νῦν δ οὐ προσέχει τὰ πράγματ οὐδ ἀποβλέπει εἰς ταῦτα, δέσποτ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς:
πλέον· οὐδέν: ἡ λύπη δ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπαθοῦσαν Δίκτυς φησὶ δοχεῖς τὸν Αἵδην σῶν τι φροντίζειν γόων καὶ παῖδ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν·
παῦσαι:
τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기