- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 4

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 4)

%2οὔτ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς:? τὸ δ ἐκλελυμένον καὶ γυναικοπρεπές.

μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι.

τοῦτο γὰρ οἱ μὴ δυνὰμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως.

σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ πεπαιδευμένων δ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον.

τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν.

καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.

οὐκ ἔστιν γὰρ ὅστις πάντ ἀνὴρ εὐδαιμονεῖ καὶ νὴ Δία:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION