호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:? "τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς· οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών· ἔρξον ὅπως ἐθέλεις: ἐρέω τέ τοι ὡς ἐπέοικεν. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, ὁρ´κια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, ἡμεῖς δ αὖ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θέωμεν: τοὶ δ ἀλλήλους φιλεόντων ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기