호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ οἷ μὲν τοιαῦτα πρὸσ ἀλλήλουσ ἀγόρευον. οἱ δ’ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ἑξείησ ἕζοντο κατὰ κλισμούσ τε θρόνουσ τε· ἔνθ’ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ ἦλθ’ ὁ γέρων Δολίοσ, σὺν δ’ υἱεῖσ τοῖο γέροντοσ, ἐξ ἔργων μογέοντεσ, ἐπεὶ προμολοῦσα κάλεσσεν μήτηρ γρηῦσ Σικελή, ἥ σφεασ τρέφε καί ῥα γέροντα ἐνδυκέωσ κομέεσκεν, ἐπεὶ κατὰ γῆρασ ἔμαρψεν. οἱ δ’ ὡσ οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, ἔσταν ἐνὶ μεγάροισι τεθηπότεσ· αὐτὰρ Ὀδυσσεὺσ μειλιχίοισ ἐπέεσσι καθαπτόμενοσ προσέειπεν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기