호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὦ γέρον, οὐκ ἀδαημονίη ς ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.? ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ αὐτόν ς οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος: βασιλῆϊ γὰρ ἀνδρὶ ἐοίκας. τοιούτῳ δὲ ἐοίκας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς: ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἀλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, τεῦ δμὼς εἶς ἀνδρῶν· τεῦ δ ὄρχατον ἀμφιπολεύεις· καὶ μοι τοῦτ ἀγόρευσον ἐτήτυμον, ὄφρ ἐῢ εἰδῶ, εἰ ἐτεόν γ Ἰθάκην τήνδ ἱκόμεθ, ὥς μοι ἐείπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ ἰόντι, οὔ τι μάλ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν ἠδ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν ἦ ἤδη τέθνηκε καὶ εἰν Αἴ¨δαο δόμοισιν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον: ἄνδρα ποτ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ ἡμέτερόνδ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα: εὔχετο δ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρ ἔμμεναι αὐτῷ. τὸν μὲν ἐγὼ πρὸς δώματ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα, οἱᾶ ἐῴκει. χρυσοῦ μέν οἱ δῶκ εὐεργέος ἑπτὰ τάλαντα, δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσους δ ἐπὶ τοῖσι χιτῶνας, χωρὶς δ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기