- 텍스트

Homer, Odyssey, Book 24 19:

(호메로스, 오디세이아, Book 24 19:)

ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε ἔδωκεν.? οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς ἆσσον ἰέν πολυκάρπου ἀλωῆς πειρητίζων. οὐδ εὑρ῀εν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, οὐδέ τινα δμώων οὐδ υἱῶν: ἀλλ ἄρα τοί γε αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἑρ´κος ᾤχοντ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. τὸν δ οἰο῀ν πατέρ εὑρ῀εν ἐϋκτιμένῃ ἐν ἀλωῇ, λιστρεύοντα φυτόν: ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, χειρῖδάς τ ἐπὶ χερσὶ βάτων ἕνεκ: αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION