호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μήτηρ δ’ αἰτήσασα θεοὺσ περικαλλέ’ ἀέθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησασ ἡρώων, ὅτε κέν ποτ’ ἀποφθιμένου βασιλῆοσ ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἀέθλα· ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, οἷ’ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ’ ἀέθλα, ἀργυρόπεζα Θέτισ· μάλα γὰρ φίλοσ ἦσθα θεοῖσιν. ὣσ σὺ μὲν οὐδὲ θανὼν ὄνομ’ ὤλεσασ, ἀλλά τοι αἰεὶ πάντασ ἐπ’ ἀνθρώπουσ κλέοσ ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ, αὐτὰρ ἐμοὶ τί τόδ’ ἦδοσ, ἐπεὶ πόλεμον τολύπευσα; ἐν νόστῳ γάρ μοι Ζεὺσ μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένησ ἀλόχοιο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기