호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθ’ οὕτω πατρὸσ νοσφίζεαι, οὐδὲ παρ’ αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷσ; οὐ μέν κ’ ἄλλη γ’ ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸσ ἀφεσταίη, ὅσ οἱ κακὰ πολλὰ μογήσασ ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐσ πατρίδα γαῖαν· σοὶ δ’ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기