호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ αὖτε προσέειπε περίφρων Πηνελόπεια:? "μαῖα φίλη, μή πω μέγ ἐπεύχεο καγχαλόωσα. οἶσθα γὰρ ὥς κ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα: ἀλλ οὐκ ἔσθ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο: τῷ δι ἀτασθαλίας ἔπαθον κακόν: αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ αὐτός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기