- 텍스트

Homer, Odyssey, Book 22 73:

(호메로스, 오디세이아, Book 22 73:)

"ὣς ἔφαθ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, αἴν ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.? πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, κὰδ δ ἄρ ὑπ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλοισιν ἐρείδουσαι: σήμαινε δ Ὀδυσσεὺς αὐτὸς ἐπισπέρχων: ταὶ δ ἐκφόρεον καὶ ἀνάγκῃ. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο ξῦον: ταὶ δ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, δμῳὰς δ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἑρ´κεος αὐλῆς, εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἠε῀ν ἀλύξαι. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ ἀγορεύειν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION