호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τερπιάδης δ ἔτ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, Φήμιος, ὅς ῥ ἠείδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.? ἔστη δ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν ἄγχι παρ ὀρσοθύρην: δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ ἄρα πολλὰ Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί ἔκηαν, ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, αὐτὸς δ αὖτ Ὀδυσῆα προσαΐξας λάβε γούνων, καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기