호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ἱέμενοι:? Κτήσιππον δ ἄρ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα: τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν: ἄλλου δ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δ ἄρα Τηλέμαχον βάλε χεῖρ ἐπὶ καρπῷ λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν: τὸ δ ὑπέρπτατο, πῖπτε δ ἔραζε. τοὶ δ αὖτ ἀμφ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην, μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ἔνθ αὖτ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기