- 텍스트

Homer, Odyssey, Book 22 30:

(호메로스, 오디세이아, Book 22 30:)

ὣς ἔφαθ, οἱ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ ἐπίθοντο, βὰν δ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.? ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε ἐρεύνα, τὼ δ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εὖθ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἡρ´ωος, ὃ κουρίζων φορέεσκε: δὴ τότε γ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων: τὼ δ ἄρ ἐπαΐξανθ ἑλέτην ἔρυσάν τέ μιν εἴσω κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ εὖ μάλ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς: σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίον ἀν ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. τὸν δ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION