호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? "ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας. σφῶϊ δ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν ἐς θάλαμον βαλέειν, σανίδας δ ἐκδῆσαι ὄπισθε, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίον ἀν ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ ἄλγεα πάσχῃ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기