호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀμφίνομοσ δ’ Ὀδυσῆοσ ἐείσατο κυδαλίμοιο ἀντίοσ ἀί̈ξασ, εἴρυτο δὲ φάσγανον ὀξύ, εἴ πώσ οἱ εἴξειε θυράων. ἀλλ’ ἄρα μιν φθῆ Τηλέμαχοσ κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσεν· δούπησεν δὲ πεσών, χθόνα δ’ ἤλασε παντὶ μετώπῳ. Τηλέμαχοσ δ’ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχοσ αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τισ Ἀχαιῶν ἔγχοσ ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε φασγάνῳ ἀί̈ξασ ἠὲ προπρηνέα τύψασ. βῆ δὲ θέειν, μάλα δ’ ὦκα φίλον πατέρ’ εἰσαφίκανεν, ἀγχοῦ δ’ ἱστάμενοσ ἔπεα πτερόεντα προσηύδα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기