호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ ἐπ αὐτῷ σμερδαλέα ἰάχων:? ὁ δ ἁμαρτῆ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος: ἐκ δ ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ κάππεσεν ἰδνωθείς, ἀπὸ δ εἴδατα χεῦεν ἔραζε καὶ δέπας ἀμφικύπελλον: ὁ δὲ χθόνα τύπτε μετώπῳ θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίνασσε: κατ ὀφθαλμῶν δ ἔχυτ ἀχλύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기