호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρ ἔφαν μνηστῆρες:? ἀτὰρ πολύμητις Ὀδυσσεύς, αὐτίκ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, ὡς ὅτ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, ὣς ἄρ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς: ἡ δ ὑπὸ καλὸν ἀείσε, χελιδόνι εἰκέλη αὐδήν. μνηστῆρσιν δ ἄρ ἄχος γένετο μέγα, πᾶσι δ ἄρα χρὼς ἐτράπετο: Ζεὺς δὲ μεγάλ ἔκτυπε σήματα φαίνων: γήθησέν τ ἄρ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω: εἵλετο δ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ γυμνός: τοὶ δ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, τῶν τάχ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. τόν ῥ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ ὀϊστὸν ἄντα τιτυσκόμενος, πελέκεων δ οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς, διὰ δ ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής: ὁ δὲ Τηλέμαχον προσέειπε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기