호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σιγῇ δ’ ἐξ οἴκοιο Φιλοίτιοσ ἆλτο θύραζε, κλήϊσεν δ’ ἄρ’ ἔπειτα θύρασ εὐερκέοσ αὐλῆσ. κεῖτο δ’ ὑπ’ αἰθούσῃ ὅπλον νεὸσ ἀμφιελίσσησ βύβλινον, ᾧ ῥ’ ἐπέδησε θύρασ, ἐσ δ’ ἠί̈εν αὐτόσ· ἕζετ’ ἔπειτ’ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, εἰσορόων Ὀδυσῆα. ὁ δ’ ἤδη τόξον ἐνώμα πάντη ἀναστρωφῶν, πειρώμενοσ ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπεσ ἔδοιεν ἀποιχομένοιο ἄνακτοσ. ὧδε τισ εἴπεσκεν ἰδὼν ἐσ πλησίον ἄλλον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기