- 텍스트

Homer, Odyssey, Book 20 20:

(호메로스, 오디세이아, Book 20 20:)

τὸν δ αὖτε προσέειπε περίφρων Εὐρύκλεια:? "οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ ἔθελ αὐτός, σίτου δ οὐκέτ ἔφη πεινήμεναι: εἴρετο γάρ μιν. ἀλλ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνι ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, αὐτὰρ ὅ γ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν ἔδραθ ἐνὶ προδόμῳ: χλαῖναν δ ἐπιέσσαμεν ἡμεῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION