- 텍스트

Homer, Odyssey, Book 20 3:

(호메로스, 오디세이아, Book 20 3:)

ὣς ἔφατ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ:? τῷ δὲ μάλ ἐν πείσῃ κραδίη μένε τετληυῖα νωλεμέως: ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. ὡς δ ὅτε γαστέρ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ, μάλα δ ὦκα λιλαίεται ὀπτηθῆναι, ὣς ἄρ ὅ γ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη οὐρανόθεν καταβᾶσα: δέμας δ ἠΐκτο γυναικί: στῆ δ ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἐείπε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION