- 텍스트

Homer, Odyssey, Book 20 1:

(호메로스, 오디세이아, Book 20 1:)

αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς:? κὰμ μὲν ἀδέψητον βοέην στόρες, αὐτὰρ ὕπερθε κώεα πόλλ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί: Εὐρυνόμη δ ἄρ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. ἔνθ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτ ἐγρηγορόων: ταὶ δ ἐκ μεγάροιο γυναῖκες ἠΐσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι: πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἦ ἔτ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ ἀγνοιήσας ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα: στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION