호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτε προσέειπε περίφρων Πηνελόπεια:? "εἴ κ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ ἀνθρώπους: ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. ἀλλ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυς ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἔνθα κε λεξαίμην: σὺ δὲ λέξεο τῷδ ἐνὶ οἴκῳ, ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기