호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια· "ξεῖν’, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίγνοντ’, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντι· τῶν οἳ μέν κ’ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντοσ, οἵ ῥ’ ἐλεφαίρονται, ἔπε’ ἀκράαντα φέροντεσ· οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥ’ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τισ ἴδηται. ἀλλ’ ἐμοὶ οὐκ ἐντεῦθεν ὀί̈ομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ κ’ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο. ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ἥδε δὴ ἠὼσ εἶσι δυσώνυμοσ, ἥ μ’ Ὀδυσῆοσ οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἀέθλον, τοὺσ πελέκεασ, τοὺσ κεῖνοσ ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχ’ ἑξείησ, δρυόχουσ ὥσ, δώδεκα πάντασ· στὰσ δ’ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기