호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν μὲν ἄρ’ Αὐτολύκου παῖδεσ φίλοι ἀμφεπένοντο, ὠτειλὴν δ’ Ὀδυσῆοσ ἀμύμονοσ ἀντιθέοιο δῆσαν ἐπισταμένωσ, ἐπαοιδῇ δ’ αἷμα κελαινὸν ἔσχεθον, αἶψα δ’ ἵκοντο φίλου πρὸσ δώματα πατρόσ. τὸν μὲν ἄρ’ Αὐτόλυκόσ τε καὶ υἱέεσ Αὐτολύκοιο εὖ ἰησάμενοι ἠδ’ ἀγλαὰ δῶρα πορόντεσ καρπαλίμωσ χαίροντα φίλην ἐσ πατρίδ’ ἔπεμπον εἰσ Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, οὐλὴν ὅττι πάθοι· ὁ δ’ ἄρα σφίσιν εὖ κατέλεξεν ὥσ μιν θηρεύοντ’ ἔλασεν σῦσ λευκῷ ὀδόντι, Παρνησόνδ’ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기