- 텍스트

Homer, Odyssey, Book 19 45:

(호메로스, 오디세이아, Book 19 45:)

ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, βάν ῥ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου:? μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἠΐεν: αἰπὺ δ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησοῦ, τάχα δ ἵκανον πτύχας ἠνεμοέσσας. Ηἔλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, οἱ δ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες: πρὸ δ ἄρ αὐτῶν ἴχνι ἐρευνῶντες κύνες ἠΐσαν, αὐτὰρ ὄπισθεν υἱέες Αὐτολύκου: μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἠΐεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ ἄρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς: τὴν μὲν ἄρ οὔτ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, οὔτε μιν Ηἔλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτ ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνὴ ἠε῀ν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή. τὸν δ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, ὡς ἐπάγοντες ἐπῇσαν: ὁ δ ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιήν, πῦρ δ ὀφθαλμοῖσι δεδορκώς, στῆ ῥ αὐτῶν σχεδόθεν: ὁ δ ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, οὐτάμεναι μεμαώς: ὁ δέ μιν φθάμενος ἔλασεν σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδ ὀστέον ἵκετο φωτός. τὸν δ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή: κὰδ δ ἔπες ἐν κονίῃσι μακών, ἀπὸ δ ἔπτατο θυμός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION