- 텍스트

Homer, Odyssey, Book 19 44:

(호메로스, 오디세이아, Book 19 44:)

τῶν ἕνεκ ἦλθ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.? τὸν μὲν ἄρ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο χερσίν τ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι: μήτηρ δ Ἀμφιθέη μητρὸς περιφῦς Ὀδυσῆϊ κύσς ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. Αὐτόλυκος δ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι: τοὶ δ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον: τὸν δέρον ἀμφί θ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τ ἄρ ἐπισταμένως πεῖράν τ ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: ἦμος δ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION