호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρ ἔφη, γρηῢς δὲ λέβηθ ἕλε παμφανόωντα τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δ ἐνεχεύατο πουλὺ ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν.? τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν: αὐτὰρ Ὀδυσσεὺς ἷζεν ἐπ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ αἶψα: αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. νίζε δ ἄρ ἆσσον ἰοῦσα ἄναχθ ἑόν: αὐτίκα δ ἔγνω οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδ ἐλθόντα μετ Αὐτόλυκόν τε καὶ υἱᾶς, μητρὸς ἑῆς πάτερ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ θ ὁρ´κῳ τε: θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας: τῷ γὰρ κεχαρισμένα μηρία καῖεν ἀρνῶν ἠδ ἐρίφων: ὁ δέ οἱ πρόφρων ἅμ ὀπήδει. Αὐτόλυκος δ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기