호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ:? τὸν δ ἄρ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ ἐπὶ χέρσου, Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ οἴκαδ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ Ὀδυσσεὺς ἠήν: ἀλλ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι: ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων οἶδ Ὀδυσεύς, οὐδ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων: ὤμνυε δὲ πρὸς ἔμ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. ἀλλ ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηῦς ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. καί μοι κτήματ ἔδειξεν, ὅσα ξυναγείρατ Ὀδυσσεύς: καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ ἔτι βόσκοι, ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. τὸν δ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἠε῀ κρυφηδόν. "ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλ, οὐδ ἔτι τῆλε φίλων καὶ πατρίδος αἰής δηρὸν ἀπεσσεῖται: ἔμπης δέ τοι ὁρ´κια δώσω. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, ἱστίη τ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω: ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. τοῦδ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ Ὀδυσσεύς, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ ἱσταμένοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기