호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα:? τῆς δ ἄρ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς: ὡς δὲ χιὼν κατατήκετ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ: τηκομένης δ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες: ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι: δόλῳ δ ὅ γε δάκρυα κεῦθεν. ἡ δ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기