호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἐείπεν:? "Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ αὐτοῦ, ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ ἐπακούσῃ ὁ ξεῖνος ἐμέθεν: ἐθέλω δέ μιν ἐξερέεσθαι. " ὣς ἔφαθ, ἡ δὲ μάλ ὀτραλέως κατέθηκε φέρουσα δίφρον ἐΰξεστον καὶ ἐπ αὐτῷ κῶας ἔβαλλεν: ἔνθα καθέζετ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기