호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δ ἰέν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.? τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ ἄρ ἐφῖζε, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ: ἥν ποτε τέκτων ποίης Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέ ἐξ αὐτῆς, ὅθ ἐπὶ μέγα βάλλετο κῶας. ἔνθα καθέζετ ἔπειτα περίφρων Πηνελόπεια. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο. αἱ δ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄρ ἄνδρες ὑπερμενέοντες ἔπινον: πῦρ δ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ ἐπ αὐτῶν νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι. ἡ δ Ὀδυσῆ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις: "ξεῖν, ἔτι καὶ νῦν ἐνθάδ ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας· ἀλλ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο: ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기