호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"αἴθ’ ὤφελλ’ ὁ ξεῖνοσ ἀλώμενοσ ἄλλοθ’ ὀλέσθαι πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸσ ἐσθλῆσ ἔσσεται ἦδοσ, ἐπεὶ τὰ χερείονα νικᾷ. " τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ἲσ Τηλεμάχοιο "δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τισ ὔμμ’ ὀροθύνει. ἀλλ’ εὖ δαισάμενοι κατακείετε οἴκαδ’ ἰόντεσ, ὁππότε θυμὸσ ἄνωγε· διώκω δ’ οὔ τιν’ ἐγώ γε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기