호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? "Εὐρύμαχ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο ὡρ´ῃ ἐν εἰαρινῇ, ὅτε τ ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. εἰ δ αὖ καὶ βόες εἰε῀ν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τετράγυον δ εἰή, εἴκοι δ ὑπὸ βῶλος ἀρότρῳ: τῷ κέ μ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἰή καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, τῷ κέ μ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδ ἄν μοι τὴν γαστέρ ὀνειδίζων ἀγορεύοις. ἀλλὰ μάλ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής: καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. εἰ δ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ ἐόντα, φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기