- 텍스트

Homer, Odyssey, Book 18 33:

(호메로스, 오디세이아, Book 18 33:)

ἔνθ αὖτ ἄλλ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:? κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, εὗδε δ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι: τέως δ ἄρα δῖα θεάων ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ Ἀχαιοί. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἱῴ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτ ἂν ἰῄ Χαρίτων χορὸν ἱμερόεντα: καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ μὲν ἄρ ὣς ἔρξας ἀπεβήσετο δῖα θεάων, ἦλθον δ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο φθόγγῳ ἐπερχόμεναι: τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, καί ῥ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION