- 텍스트

Homer, Odyssey, Book 18 3:

(호메로스, 오디세이아, Book 18 3:)

τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:? "δαιμόνι, οὔτε τί σε ῥέζω κακὸν οὔτ ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ ἀνελόντα. οὐδὸς δ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν: δοκέεις δέ μοι εἶναι ἀλήτης ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος: ἡσυχίη δ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ εἰή αὔριον: οὐ μὲν γάρ τί ς ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. " τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης: "ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος: ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους: πῶς δ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION