호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν αὖθι ποδῶν προπάροιθεν, ἀεικελίησ ἐπὶ πήρησ, ἤσθιε δ’ ἡο͂σ ἀοιδὸσ ἐνὶ μεγάροισιν ἀείδεν· εὖθ’ ὁ δεδειπνήκειν, ὁ δ’ ἐπαύετο θεῖοσ ἀοιδόσ. μνηστῆρεσ δ’ ὁμάδησαν ἀνὰ μέγαρ’. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα ὤτρυν’, ὡσ ἂν πύρνα κατὰ μνηστῆρασ ἀγείροι, γνοίη θ’ οἵ τινέσ εἰσιν ἐναίσιμοι οἵ τ’ ἀθέμιστοι· ἀλλ’ οὐδ’ ὥσ τιν’ ἔμελλ’ ἀπαλεξήσειν κακότητοσ. βῆ δ’ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρ’ ὀρέγων, ὡσ εἰ πτωχὸσ πάλαι εἰή. οἱ δ’ ἐλεαίροντεσ δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλουσ τ’ εἴροντο τίσ εἰή καὶ πόθεν ἔλθοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기