- 텍스트

Homer, Odyssey, Book 17 43:

(호메로스, 오디세이아, Book 17 43:)

τὸν δ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:? "καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. εἰ τοιόσδ εἰή ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἱό῀ν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅττι δίοιτο: καὶ ἴχνεσι γὰρ περιῄδη: νῦν δ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. δμῶες δ, εὖτ ἂν μηκέτ ἐπικρατέωσιν ἄνακτες, οὐκέτ ἔπειτ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι: ἥμισυ γάρ τ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION