호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:? ἂν δὲ κύων κεφαλήν τε καὶ οὐάτα κείμενος ἔσχεν, Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ αὐτὸς θρέψε μέν, οὐδ ἀπόνητο, πάρος δ εἰς Ἴλιον ἱρὴν ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες αἶγας ἐπ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς: δὴ τότε κεῖτ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ, ὄφρ ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες: ἔνθα κύων κεῖτ Ἄργος, ἐνίπλειος κυνοραιστέων. δὴ τότε γ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐρῇ μέν ῥ ὅ γ ἔσηνε καὶ οὐάτα κάββαλεν ἄμφω, ἆσσον δ οὐκέτ ἔπειτα δυνήσατο οἱο῀ ἄνακτος ἐλθέμεν: αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ ἐρεείνετο μύθῳ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기