- 텍스트

Homer, Odyssey, Book 17 32:

(호메로스, 오디세이아, Book 17 32:)

"νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.? πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα· ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἀόρας οὐδὲ λέβητας: τόν κ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι σηκοκόρον τ ἔμεναι θαλλόν τ ἐρίφοισι φορῆναι, καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλ ἐπεὶ οὖν δὴ ἔργα κάκ ἔμμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ ἄναλτον. ἀλλ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: αἴ κ ἔλθῃ πρὸς δώματ Ὀδυσσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION